5.
καθά με ἀνεπαύσατε, ἀδελφοί, καὶ ὑμᾶς Ἰησοῦς ὁ Χριστός. ἀπόντα με καὶ παρόντα ἠγαπήσατε· ἀμείψεται ὑμᾶς ὁ θεός, δι’ ὃν ταῦτα εἰς τὸν δέσμιον αὐτοῦ ἐνδείξασθε. εἰ γὰρ καὶ μὴ εἰμι ἱκανός, ἀλλὰ τὸ τῆς προθυμίας ὑμῶν μέγα. ὁ τιμῶν γὰρ προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· δηλονότι καὶ ὁ τιμῶν δέσμιον Ἰησοῦ Χριστοῦ μαρτύρων λήψεται μισθόν.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.