2.
τόπος καὶ ἀξίωμα καὶ πλοῦτος μη- δένα φυσιούτω, ἀδοξία καὶ πενία μηδένα ταπεινούτω· τὸ γὰρ ὅλον ἐστὶν πίστις ἡ εἰς θεὸν καὶ ἡ εἰς Χριστὸν ἐλπίς, ἡ τῶν προσδοκωμένων ἀγαθῶν ἀπόλαυσις, ἀγάπη τε περὶ τὸν θεὸν καὶ τὸ ὁμόφυλον. ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν, καὶ ὁ κύριός φησιν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν, καί· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.