VII.
Εἰ γὰρ κατὰ σάρκα με ἠθέλησάν τινες πλανῆσαι, ἀλλὰ τὸ πνεῦμά μου οὐ πλανᾶται· παρὰ γὰρ θεοῦ αὐτὸ εἴληφα. οἶδε γὰρ, πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα γὰρ μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ (οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ θεοῦ)· Τῷ ἐπισκόπῳ προσέχετε καὶ τῷ πρεσβυτερίῳ καὶ τοῖς διακόνοις.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.