6.
οἱ πατέρες ἐκτρέφετε τοὺς ἑαυτῶν παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου, καὶ διδάσκετε αὐτοὺς τὰ ἱερὰ γράμματα καὶ τέχνας πρὸς τὸ μὴ ἀργίᾳ χαίρειν. καλῶς δέ, φησίν, ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ υἱῷ συνετῷ εὐφρανθήσεται ἡ καρδία αὐτοῦ. οἱ κύριοι εὐμενῶς τοῖς οἰκέταις προσέχετε, ὡς ὁ ἅγιος Ἰὼβ ἐδίδαξεν· μία γὰρ 〈ἡ〉 φύσις καὶ ἓν τὸ γένος τῆς ἀνθρωπότητος· ἐν γὰρ Χριστῷ οὔτε δοῦλος οὔτε ἐλεύθερος.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.