IX.
Οἱ ἄνδρες στέργετε τὰς γαμετὰς ὑμῶν, αἱ γυναῖκες τοὺς ὁμοζύγους· οἱ παῖδες τοὺς γονεῖς προηγεῖσθε, οἱ γονεῖς τὰ τέκνα ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου· τὰς ἐν παρθενίᾳ τιμᾶτε ὡς ἱερείας Χριστοῦ, τὰς ἐν σεμνότητι χήρας ὡς θυσιαστήριον θεοῦ.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.