3.
μηκέτι οὖν σαββατίζωμεν ἰουδαϊκῶς καὶ ἀργίαις χαίροντες· Ὁ μὴ ἐργαζόμενος γὰρ μὴ ἐσθιέτω· καὶ πάλιν· Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, φασὶ τὰ λόγια. ἀλλ’ ἕκαστος ὑμῶν σαββατιζέτω πνευματικῶς, μελέτῃ νόμων χαίρων, οὐ σώματος ἀνέσει, δημιουργίαν θεοῦ θαυμάζων, οὐχ ἕωλα ἐσθίων καὶ χλιαρὰ πίνων καὶ μεμετρημένα βαδίζων καὶ ὀρχήσει καὶ κρότοις νοῦν οὐκ ἔχουσι χαίρων·Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.