2.
πάντες ἐπὶ τὸ αὐτὸ ἐν τῇ προσευχῇ ἅμα συνέρχεσθε· μία δέησις ἔστω κοινή, εἷς νοῦς, μία ἐλπὶς ἐν ἀγάπῃ, ἐν πίστει τῇ ἀμώμῳ, τῇ εἰς Χριστὸν Ἰησοῦν, οὗ ἄμεινον οὐδέν ἐστιν. πάντες ὡς εἷς εἰς τὸν ναὸν θεοῦ συντρέχετε, ὡς ἐπὶ ἓν θυσιαστήριον, ὡς ἐπὶ ἕνα Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τοῦ ἀγεννήτου θεοῦ.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.