III.
Καὶ ὑμῖν δὲ πρέπει μὴ καταφρονεῖν τῆς ἡλικίας τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ γνώμην θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ πρὸς τὴν φαινομένην ἀφορῶντας νεότητα, ἀλλὰ πρὸς τὴν ἐν θεῷ φρόνησιν· ἐπείπερ οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες ἐπίστανται σύνεσιν, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.