2.
γενώμεθα οὖν ἄξιοι τῆς ἐπωνυμίας, ἧς εἰλήφαμεν. ὃς γὰρ ἂν ἄλλῳ ὀνόματι καλεῖται πλεῖον τούτου, οὗτος οὐκ ἔστιν τοὺ θεοῦ οὐδὲ δέδεκται τὴν προφητείαν τὴν λέγουσαν περὶ ἡμῶν, ὅτι κληθήσεται ὀνόματι καινῷ, ᾧ ὁ κύριος ὀνομάσει αὐτόν, καὶ ἔσται λαὸς ἅγιος. ὅπερ καὶ πεπλήρωται πρώτως ἐν Συρίᾳ· ἐν Ἀντιοχείᾳ γὰρ ἐχρημάτισαν οἱ μαθηταὶ Χριστιανοί, Παύλου καὶ Πέτρου θεμελιούντων τὴν ἐκκλησίαν.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.