3.
μηδεὶς οὖν ὑμῶν τι κατὰ τοῦ πλησίον ἐχέτω· ἄφετε γάρ, φησὶν ὁ κύριος ἡμῶν, καὶ ἀφεθήσεται ὑμῖν. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ ὀλίγων τινῶν ἀφρόνων εἴνεκεν ὁ λόγος καὶ ἡ διδασκαλία βλασφημῆται. οὐαὶ γάρ, φησὶν ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ, δι’ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.