II.
Τῷ ἐπισκόπῳ ὑποτάσσεσθε ὡς τῷ κυρίῳ· αὐτὸς γὰρ ἀγρυπνεῖ ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσων θεῷ. διὸ καὶ φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δι’ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύοντες εἰς τὸν θάνατον αὐτοῦ διὰ τοῦ βαπτίσματος κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γένησθε.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.