2.
βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδὲ ἐὰν ἐγὼ ὑμᾶς παρὼν παρακαλῶ, πείσθητε· τούτοις δὲ μᾶλλον πιστεύσατε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ γράφω ὑμῖν, ἐρῶν τοῦ διὰ Χριστὸν ἀποθανεῖν. ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον· ὕδωρ δὲ ζῶν, ἁλλόμενον ἐν ἐμοί, ἔσωθέν μοι λέγει· Δεῦρο πρὸς τὸν πατέρα.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.