3.
οὐδὲν φαινόμενον αἰώνιον· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. οὐ πεισμονῆς τὸ ἔργον, ἀλλὰ μεγέθους ἐστὶν ὁ Χριστιανισμός· ὅταν μισῆται ὑπὸ κόσμου, φιλεῖται παρὰ θεοῦ. εἰ ἐκ τοῦ κόσμου γάρ, φησί, τούτου ἦτε, ὁ κόσμος ἂν ἐφίλει τὸ ἴδιον· νυνὶ δὲ οὔκ ἐστε ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς· μείνατε παρ’ ἐμοί.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.