5.
μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. ὁδὸς δέ ἐστιν ἀπλανὴς Ἰησοῦς ὁ Χριστός· ἐγὼ γάρ, φησίν, εἰμὶ ἡ ὁδὸς καὶ ἡ ζωή. ὁδηγεῖ δὲ ἡ ὁδὸς πρὸς τὸν πατέρα· οὐδεὶς γάρ, φησίν, ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.