2.
καὶ οἱ κατ’ ἄνδρα δὲ χορὸς γένεσθε εἷς, ἵνα σύμφωνοι ὄντες ἐν ὁμονοίᾳ, συνάφειαν θεοῦ λαβόντες ἐν ἑνότητι, ἓν γένησθε τῇ συμφωνίᾳ τῷ θεῷ πατρὶ καὶ τῷ ἠγαπημένῳ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ τῷ κυρίῳ ἡμῶν· δὸς γὰρ αὐτοῖς, φησί, πάτερ ἅγιε, ἵνα, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὤσιν. χρήσιμον οὖν ἐστιν ὑμᾶς ἐν ἀμώμῳ ἑνότητι συνημμένους θεῷ μιμητὰς εἶναι Χριστοῦ, οὗ καὶ μέλη ὑπάρχετε.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.