XVII.
Διὰ τοῦτο μύρον ἔλαβεν ὁ κύριος ἐπὶ τῆς κεφαλῆς, ἵνα ἡ ἐκκλησία πνέῃ τὴν ἀφθαρσίαν. μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε· ὀπίσω εἰς ὀσμὴν μύρων σου δραμούμεθα. μὴ ἀλειφέσθω δυσωδίαν διδασκαλίας τοῦ αἰῶνος τούτου ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία· μὴ αἰχμαλωτισθῇ ὑπὸ τῆς πανουργίας αὐτοῦ, ὡς ἡ πρώτη γυνή.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.