2.
οὐδεὶς πίστιν ἐπαγγελλόμενος ὀφείλει ἁμαρτάνειν, οὐδὲ ἀγάπην κεκτημένος μισεῖν τὸν ἀδελφόν. ὁ γὰρ εἰπών· Ἀγαπήσεις κύριον τὸν θεόν σου, εἶπεν· Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι οὐκ ἐξ ὧν λέγουσι μόνον, ἀλλὰ καὶ ἐξ ὧν πράττουσι γνωρίζονται· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.