XIII.
Σπουδάζετε οὖν πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ δόξαν. ὅταν γὰρ συνεχῶς ἐπὶ τὸ αὐτὸ γένησθε, καθαιροῦνται αἱ δυνάμεις τοῦ σατανᾶ, καὶ ἄπρακτα· αὐτοῦ ἐπιστρέφει τὰ πεπυρωμένα βέλη πρὸς ἁμαρτίαν· ἡ γὰρ ὑμετέρα ὁμόνοια καὶ σύμφωνος πίστις αὐτοῦ μέν ἐστιν ὄλεθρος, τῶν δὲ ὑπασπιστῶν αὐτοῦ βάσανος.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.