VI.
Σεαυτὸν ἁγνὸν τήρει ὡς θεοῦ οἰκητήριον· ναὸς Χριστοῦ ὑπάρχεις, ὄργανον εἰ τοῦ πνεύματος. οἶδας, ὅπως σε ἀνέθρεψα· εἰ καὶ ἐλάχιστός εἰμι, ζηλωτής μου γενοῦ· μίμησαί μου τὴν ἀναστροφήν. οὐ καυχῶμαι ἐν κόσμῳ, ἀλλ’ ἐν κυρίῳ. Ἥρωνι τῷ ἐμῷ τέκνῳ παραινῶ· Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.