3.
αἱ γὰρ τῶν ἀγαθῶν, ὦ πάνσοφε γύναι, ψυχαὶ ταῖς καθαρωτέραις ἐοίκασι πηγαῖς· ἐκεῖναί τε γὰρ τοὺς παριόντας, κἂν μὴ διψῶσιν, αὐτῷ τῷ εἴδει ἐφέλκονται αὐτοὺς ἀρύσασθαι τοῦ ποτοῦ, ἥ τε σὴ σύνεσις παρεγγυᾷ μετασχεῖν ἡμᾶς παρακελευομένη τῶν ἐν τῇ ψυχῇ σου βλυζόντων θείων ναμάτων.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.