Πτύχας δ’ ὑπεστήσατο τῆς ἀσπίδος πέντε, σχέδον οὐκ ἄλλο τι, πλὴν . τὰς ἐμπεποικιλμένας τῷ κόσμῳ ζώνας ὑπαινιξάμενος. ἡ μὲν γὰρ ἀνωτάτω περὶ τὸν βόρειον εἰλεῖται πόλον· ἀρκτικὴν δ’ αὐτὴν ὀνομάζουσιν, ἡ δ’ ἐφεξῆς εὔκρατός ἐστιν. εἶτα τὴν τρίτην διακεκαυμένην καλοῦσιν. ἡ τετάρτῃ δ’ ὁμωνύμως τῇ δευτέρᾳ εὒκρατος ὀνομάζεται. πέμπτη δ’ ἐπωνύμως τοῦ νοτίου μέρους, ἡ νότιός τε καὶ ἀντάρκτιος καλουμένη. τουτων αἱ μὲν δύο τελέως ἀοίκητοι διὰ τὸ κρύος, ἥ τε τὸν βόρειον εἰληχυῖα πόλον, καὶ ἡ τὸν ἀπαντικρὺ νότιον·
ὁμοίως δ’ ἐν αὐταῖς ἡ διακεκαυμένῃ καθ’ ὑπερβολὴν τῆς πυρώδους οὐσίας οὐδενὶ βατὴ ζῴῳ, δύο δὲ τὰς εὐκράτους φασὶν οἰκεῖσθαι, τὴν μέσην ἀφ’ ἑκατέρας ζώνης κρᾶσιν ἐπιδεχομένας. ὁ γοῦν Ἐρατοσθένης καὶ σφοδρότερον ἐν τῷ Ἑρμῇ ταῦτα διηκρίβωσεν, εἰπών·
Πέντε δέ οἷ ζῶναι περιηγέες ἐσπείρηνται.
Αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο.
Ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς, οἷον ἐρυθρή,
Τυπτομένη φλογμοῖσιν· ἐπεί ῥά ἑ μοῖραν ἐπ’ αὐτήν
Κεκλιμέναι ἀκτῖνες ἀειθερέες πυρόωσιν.
Αἱ δὲ δύω, ἑκάτερθε πόλοιο περιπεπτηυῖαι,
Αἰεὶ κρυμαλέαι, αἰεὶ δ’ ὕδατι μογέουσαι.