CAPUT V.
ποντος, ἀμφὶ δ’ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος,
σῆμα χειμῶνος· κιχάνει δ’ ἐξ ἀελπτίης φόβος.
τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται,
τὸ δ’ ἔνθεν· ἄμμες δ’ ὀν τὸ μέσσον
νᾶι φορήμεθα σὺν μελαίνᾳ
χειμῶνι μοχθεῦντες μεγάλῳ μάλα.
πὲρ μὲν γὰρ ἄντλος ἰσοπέδαν ἔχει,
λαῖφος δὲ πὰν ζάδηλον ἤδη
καὶ λάκιδες μεγάλαι κατ’ αὖτο.
Χόλαισι δ’ ἄγκυραι.
στείχει, παρέξει δ’ ἄμμι πόνον πολὺν
ἄντλην, ἐπεί κα νᾶος ἔμβᾳ.
νηλεῶς φεύγεις, δοκέεις δέ μ’ οὐδὲν εἰδέναι σοφόν;
ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι,
ἡνίας δ’ ἔχων στρέφοιμ’ ἄν σ’ ἀμφὶ τέρματα δρόμου.
νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις·
δεξιὸν γὰρ ἱπποσείρην οὐκ ἔχεις ἐπεμβάτην.
Ἀμητὸς δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς.
Allegoriae (= Quaestiones Homericae). Heraclitus. ed. E. Mehler. Leiden. 1851.
Funding provided by Center for Hellenic Studies.