Ἴήϊε παιάν.
καὶ
ὦ διθύραμβε.
Ὅταν δὲ τὸ ἐφύμνιον μὴ μετὰ στροφὴν ἀλλὰ μετὰ στίχον κέηται περιλαμβανόμενον ἄλλῳ στίχῳ, μεσύμνιον καλεῖται τὸ ποίημα, οἷόν ἐστι τὸ παρὰ Σαπφοῖ (91)
ἴψοι δὴ τὸ μέλαθρον ἀείρετε τέκτονες ἄνδρες, Ὑμήναον,
γαμβρὸς ἔρχεται ἶσος Ἄρευι.
πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε;
τίς σὰς παρήειρε φρένας;
καὶ ἔτι (Arch. 104)
εὖτε πρὸς ἄεθλα δῆμος ἠθροΐζετο,
ἐν δὲ Βατουσιάδης.
ἀρθεὶς δηῦτʼ ἀπὸ Λευκάδος
πέτρης, εἰς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι.
ἦ καλὸς Θεόκριτος, οὐ μόνος ἀνθρώπων ὁρᾷς,
καὶ πάλιν παρὰ τῷ αὐτῶ Βακχυλίδη (26)
σὺ δʼ ἐν χιτῶνι μούνῳ παρὰ τὴν φίλην γυναῖκα φεύγεις.
On Poems. Hephaestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.