Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην,
οὐ πλάτεϊ νικῶν σώματος, ἀλλὰ τέχνᾳ,
Ἀριστόδαμος Θράσυος Ἀλεῖος πάλᾳ.
τοιοῦτός ἐστι καὶ ὁ Μαργίτης Ὁμήρου· οὐ γὰρ τεταγμένῳ ἀριθμῷ ἐπῶν τὸ ἰαμβικὸν ἐπιφέρεται.
ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν.
ἄπειρος μὲν γάρ τις ὢν φήσειεν ἂν αὐτὸ ἐξ ὁμοίων εἶναι, ἐξ ἰωνικῆς ἀπʼ ἐλάσσονος συζυγίας καταμετρούμενον, ἡμεῖς δέ, ἐπεὶ κατὰ δέκα ὁρῶμεν αὐτὸ συζυγίας καταμετρούμενον, κατὰ σχέσιν αὐτὸ γεγράφθαι φαμέν. διόπερ καὶ τὰ μονοστροφικὰ ἄσματα δέκα ὄντα συζυγιῶν οὕτω πεποιῆσθαι νομίζομεν. Ἔστι δέ τινα καὶ ἐξ ὁμοίων πεποιημένα, οἷον τὰ Ἑρμείου, παιωνικὰ ὄντα,
ἑπτά μοι δὶς τριάκοντα βασιλεὺς σχεδόν
καὶ τὰ ἑξῆς.
ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν·
ἄπειρος μὲν γὰρ ὢν τις τῆς τοῦ ποιητοῦ προθέσεως ἐξ ὁμοίων φήσειεν ἂν εἶναι τὸ ᾆσμα, ὁ δὲ ἔμπειρος κατὰ σχέσιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν
On Poems. Hephaestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.