〈Περὶ βραχείας.〉
(1)
Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μὴ εἶναι μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν.Περὶ μακρᾶς.
(2)
Μακρά ἐστι συλλαβὴ ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν [οἷον θ̅η̅ς θ̅ω̅ς ̅κ̅α̅ὶ ̅ν̅α̅ῦ̅ς]. εἰ δὲ μή, οὔκ εἰσιν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.(3)
Θέσει μακραὶ γίνονται, ὅταν βραχέος ὄντος ἢ βραχυνομένου φωνήεντος σύμφωνα πίπτῃ μεταξὺ αὐτοῦ καὶ τοῦ τῆς ἑξῆς συλλαβῆς φωνήεντος πλείονα ἑνὸς ἁπλοῦ. γίνεται δὲ τοῦτο κατὰ πέντε τρόπους.καὶ κεῖνος ἐν σάλεσσι 〈πολλοῖς〉 ἥμενος μάκαρς ἀνήρ (Alcm. 10) ,
ἢ τὴν ἑξῆς ἔχει ἀπὸ διπλοῦ ἀρχομένην οἷον ἔξω.
Περὶ κοινῆς.
(4)
Κοινὴ γίνεται συλλαβὴ κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἢ διφθόγγῳ ἐπιφέρηται φωνῆεν οἷον(5)
ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς ἐλεγείαις οὐκ ᾤετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον· φησὶ γοῦν ( 1 )(6)
ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ ( 11 , 18 ).(7)
Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βρα νομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα δύο, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅ‐πλον, ἄ‐κρον,(8)
Ἤδη μέντοι ἡ διὰ τοῦ μ͞ν σύνταξις ἐποίησέ που καὶ βραχεῖαν, ὡς παρὰ Κρατίνῳ ἐν Πανόπταις ( 154 )[ἐκ ῥ’ ἀσαμίνθου βάντες]
(9)
φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ͞μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι 〈τὰς〉 συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χείρωσι πεποίηκε ( 235 )(10)
Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷEnchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.