ἀλλάγδην· αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν Ταύρου· Παρθενικῆς δὲ καὶ Αἰγόκερω κρατέουσιν ἤματος Ἀφρογενής, νυκτὸς δέ τε δῖα Σελήνη, καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων· ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον.
ἐν Διδύμοις Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργειφόντης· τούτων δʼ ὑστατίην Κρονίδης μοιρήσατο τάξιν. Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους Ἰχθύας ἠματίη Κύπρις. Πυρόεις δέ τε νυκτός,
καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.
Fragmenta alia antiqua. Dorotheus of Sidon. ed. Hermann Koechly. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.