DE RΕLIQUIS SEPTEM EPISTOLIS
Hæc posuit ibidem Eusebius.
καθιστὰς, ἐν αἷς ὑπετυποῦτο καθολικαῖς πρὸς τὰς ἐκκλησίας ἐπιστολαῖς. ὧν ἐστιν, Ἡ ΜΕΝ ΠΡΟΣ ΛΑΚΕΔΑIΜΟΝΙΟΥΣ, ὀρθοδοξίας κατηχητικὴ, εἰρήνης τε καὶ ἑνώσεως ὑποθετική.
μέμνηται· ἐπιμαρτυρῶν, ὡς ἂν διὰ τῆς αὐτοῦ σπουδῆς ἐπισυναχθέντων, καὶ τῆς πίστεως ἀναζωπύρησιν εἰληχότων· δηλοῖ δ᾿ ἐπὶ τούτοις, ὡς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης ὑπὸ τοῦ ἀποστόλου Παύλου προτραπεὶς ἐπὶ τὴν πίστιν κατὰ τὰ ἐν ταῖς πράξεσι δεδηλωμένα, πρῶτος τῆς ἐν Ἀθήναις παροικίας τὴν ἐπισκοπὴν
ἐγκεχείριστο.
ΛΟΙΠΑΙΣ ΚΑΤΑ ΚΡΗΤΗΝ ΠΑΡΟΙΚΙΑΙΣ ἐπιστείλας, Φίλιππον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρουμένης ἀνδραγαθίαις τῆς ὑπ᾿ αὐτὸν ἐκκλησίας· τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι.
ΚΑΤΑ ΠΟΝΤΟΝ ἐπιστείλας, Βακχυλίδου μὲν καὶ Ἐλπίστου, ὡς ἂν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται· γραφῶν τε θείων 2 ἐξηγήσεις παρατέθειται· ἐπίσκοπον αὐτῶν ὀνόματι Πάλμαν ὑποσημαίνων· πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ. καὶ τοὺς ἐξ οἵας δ᾿ οὖν ἀποπτώσεως, εἴτε πλημμελείας, εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας, δεξιοῦσθαι προστάττει.
ΧΡΥΣΟΦΟΡΑ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος. ᾗ τὰ κατάλληλα γράφων, τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς.
Fragmenta. Dionysius Corinthius. ed. Martin Joseph Routh. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.