η′.
Εὐγνησίῳ.
(2)
ὃ δέ με δόξας συνάχθεσθαι αὐτῷ ἐπὶ τῇ πτώσει τῆς τυραννίδος καὶ τῷ παρόντι σχήματι τοῦ βίου, τοιαῦτα εἶπεν· ὦ Διόγενες, εὖ ποιεῖς συναλγῶν ἡμῖν. κἀγὼ προσέθηκα τῷ οὐκ εὖ τὸ ἀληθῶς. ἀλλ’ ἐγὼ μὲν οὐχ ὅτι τῆς τυραννίδος ἀφῄρησαι ἄχθομαι, ὦ Διονύσιε, ἀλλ’ ὅτι ἐλευθεριάζεις ἐν τῇ Ἑλλάδι τὰ νῦν, καὶ περισέσωσαι ἀπὸ τῶν ἐν Σικελίᾳ κακῶν, οἷς ἔδει σε ἐναποθανεῖν τοσαῦτα ἐργασάμενον φαῦλα γῆν καὶ θάλατταν.Epistulae. Diogenes Sinopensis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.