λε′.
Σωπόλιδι.
(2)
ἀποθέμενος οὖν καὶ αὐτὸς τὸν τρίβωνα καὶ τὴν στλεγγίδα ἐκλύσας παρελθὼν ἠλειψάμην, καὶ οὐ διαγίγνεται χρόνος συχνὸς καὶ κατὰ τὸ ἐπιχώριον εὐθέως παρελθών τις εἷς τῶν νέων, σφόδρα ἀστεῖος τὴν ὄψιν, ἀγένειος, προσαναδίδωσί μοι τὴν χεῖρα, διαπειρώμενος εἰ ἐπίσταμαι τὰ παλαιστρικά. κἀγὼ ἕως μέν τινος προσεποιούμην ὑπὸ αἰδοῦς μὴ εἰδέναι· ὡς δὲ ἐπηπείλησε καταναλίσκειν με, ἠρξάμην συνανατρίβεσθαι αὐτῷ νομίμως. εἶτα ὁ γνώμων μοί πως ἀνίσταται (τὸ γὰρ ἕτερον ὄνομα δέδια διὰ τοὺς πολλοὺς εἰπεῖν ), καὶ ὧδε μὲν τὸ μειράκιον ὑπ’ αἰδοῦς ταλιπόν με ἄπεισιν, ἐγὼ δὲ ἑστὼς ἐτριβόμην πρὸς ἐμαυτόν.(3)
ἐπεὶ δὲ προσεῖδέ με ὁ παλαιστροφύλαξ, προσελθὼν ἐπέπληττεν, κἀγὼ πρὸς αὐτόν εἶτα σὺ παρεὶς τῷ νόμῳ μάχεσθαι γῦν ἐμοὶ διαφέρῃ; εἰ μὲν ἔθος ἦν τὸ καταλειφομένους πταρμικὸν ὀσφραίνεσθαι, οὐκ ἂν ἤσχαλλες, εἴ τις τῶν ἀλειφομένων ἐν τῷ γυμνασίῳ ἐπτάρνυτο· νυνὶ δὲ ἄχθῃ, εἴ τις καλοῦ συνανα κυλιομένου αὐτόματος ἐστύθη; ἢ δοκεῖς τὰς μὲν ρῖνας ὅλως ἐπὶ τῇ φύσει εἶναι, ταυτὶ δ’ ἡμῶν ἐπὶ τῇ προαι ρἑσει; οὐ παύσῃ ἔφην τοιαῦτα σφαδάζω πρὸς τοὺς εἰσιόντας; εἰ δέ σοί τίς ἐστι λόγος ἵνα μὴ γίγνοιτο τοῦτ’ ἐν τῷ γυμνασίῳ, μεταιρεῖς ἐκ τοῦ μέσου τοὺς νέους. ἀλλ’ οἴει, ὅτι δυνήσεταί σοι ὁ νόμος, ἐὰν συνανακυλίηται τοῖς ἀνδράσι τὰ μειράκια, δεσμοὺς καὶ κύφωνας τῇ στυτικῇ φύσει περιβαλεῖν; ταῦτ’ ἐμοῦ λέξαντος καὶ ὁ παλαιστροφύλαξ ὥχετ ἀπιών, κἀγὼ ἀναλαβὼν τὸν τρίβωνα καὶ τὴν πήραν ἐξῆλθον ἐπὶ θάλασσαν.Epistulae. Diogenes Sinopensis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.