λβ′.
Ἀριστίππῳ.
(2)
κἀγὼ οὐχ ὑπομνήσω σε πόσου ἄξιόν ἐστι πενία μάλιστα Ἀθήνησιν, οὐδὲ ἀπολογήσομαι περὶ αὐτῆς (οὐ γὰρ εἰς σὲ κἀγὼ ἀνατίθεμαι τὸ ἐμαυτοῦ ἀγαθόν, ὥσπερ καὶ σὺ εἰς ἑτέρους· ἀπόχρη οὖν μοι μόνῳ ἐπίστασθαι ὑπὲρ αὐτοῦ ), ὑπομνήσω δέ σέ ποτε περὶ Διονυσίου καὶ τῶν μακαρίων αὐτοῦ συνουσιῶν, αἵ σε εὐφραίνουσιν, ὁπότε ἐσθίων καὶ πίνων τὰ πολυτελῆ δεῖπνα καὶ ἃ μήποτε ἡμῖν παρείη ἀνθρώπους ἑκάστοτε τοὺς μὲν μαστιγουμένους, τοὺς δὲ ἀνασκολοπιζομένους, τοὺς δὲ εἰς τὰς λατομίας ἀπαγομένους βλέπεις, καὶ τῶν μὲν γυναῖκας ἀφαιρουμένας εἰς ὕβριν τῶν δὲ παῖδας, καὶ πλέονας τῶν δούλων, οὐχ ἑνὸς μόνον οὐδ’ αὐτοῦ τοῦ τυράννου, ἀλλὰ πολλῶν καὶ ἀνοσίων, καὶ πίνοντα πρὸς ἀνάγκην καὶ μένοντα καὶ πορευόμενον καὶ ἀποδρᾶ ναι μὴ δυνάμενον διὰ τὰς χρυσᾶς πέδας.(3)
ταῦτ’ ἔγωγε ἀντ’ ἐκείνων τῶν ὀνειδῶν ὑπομιμνήσκω. ὁπόσῳ ζῶμεν σέρεις πλύνειν ἐπιστάμενοι, τὰς δὲ Διον σίου θύρας θεραπεύειν ἁγνοοῦντες ὑμῶν, φημί, χρεῖντον τῶν Διονυσίῳ συμβουλευόντων καὶ ἐπιτασσόντων Σικελίᾳ πάσῃ. ἀλλ’ ειἴη σοι, κἂν ὁπόσα γε λέγῃς πρὸς ἡμᾶς ἀποθαρρυνόμενος, καὶ νοεῖν καὶ μὴ στασιάζεσθαι πρὸς τὰ πάθη τὸν λόγον· καλὰ γὰρ τὰ παρὰ νυσίῳ μέχρι λόγου, ἐλευθερία δὲ ἡ ἐπὶ Κρόνου καὶ ἡ φιλητιος μαζαβλωρος-Epistulae. Diogenes Sinopensis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.