(1)
) μέγιστον δὲ καὶ κάλλιστον ἐξεύρημα εὕρηται μνάμα καὶ ἐς πάντα χρήσιμον, ἐς τὰν σοφίαν τε καὶ ἐς τὸν βίον.(2)
) ἔστι δὲ τοῦτο 〈πρᾶτον〉· ἐὰν προσέχηις τὸν νοῦν, 〈τὰ〉 διὰ τούτω παρελθόντα ἁ γνώμα μᾶλλον αἰσθησεῖται.(3)
) δεύτερον δὲ μελετᾶν, ἃ κα ἀκούσηις· τῶι γὰρ πολλάκις ταὐτὰ ἀκοῦσαι καὶ εἶπαι ἐς μνάμαν παρεγένετο σύνολον ὃ ἕμαθες.(4)
) τρίτον ἅ κα ἀκούσηις ἐπὶ τὰ οἶδας καταθέσθαι, οἷον τόδε· δεῖ μεμνᾶσθαι Χρύσιππον, κατθέμεν ἐπὶ τὸν χρυσὸν καὶ τὸν ἵππον,(5)
) ἄλλο· Πυριυλάμπη κατθέμεν ἐπὶ 〈τὸ〉 πῦρ καὶ τὸ λάμπειν. τάδε μὲν περὶ τῶν ὀνυμάτων·(6)
) τὰ δὲ πράγματα οὕτως· περὶ ἀνδρείας ἐπὶ τὸν Ἄρη καὶ τὸν Ἀχιλλῆα, περὶ χαλκείας δὲ ἐπὶ τὸν Ἥφαιστον, περὶ δειλίας ἐπὶ τὸν Ἐπειόν . . .Fragmenta. Dialexeis. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.