[3 N.]
CLEM. Strom. II 130 [II 184, 10 St.] ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσιν· Δ. μὲν ἐν τῷ περὶ τέλους τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν. καὶ πολλάκις ἐπιλέγει· τέρψις γὰρ καὶ ἀτερπίη οὖρος 〈τῶν συμφόρων καὶ τῶν ἀσυμφόρων [B 188] , ὃ προκεῖσθαι τέλος τῷ βίῳ τῶν ἀνθρώπων τῶν τε νέων καὶ〉 τῶν περιηκμακότων. Ἑκαταῖος δὲ αὐτάρκειαν [60 A 4] καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν [61 A 1] καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν [62 B 3] · ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι.Fragmenta. Democritus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.