[203 N.]
Stob. V 26, 25 Δ—ου. τοῖς παισὶ μάλιστα χρὴ τῶν ἀνυστῶν δατεῖσθαι τὰ χρήματα, καὶ ἅμα ἐπιμέλεσθαι αὐτῶν, μή τι ἀτηρὸν ποιέωσι διὰ χειρὸς ἔχοντες· ἅμα μὲν γὰρ πολλὸν φειδότεροι γίγνονται ἐς τὰ χρήματα καὶ προθυμότεροι κτᾶσθαι, καὶ ἀγωνίζονται ἀλλήλοισιν. ἐν γὰρ τῷ ξυνῷ τὰ τελεύμενα οὐκ ἀνιᾶι ὥσπερ ἰδίῃ οὐδ’ εὐθυμεῖ τὰ ἐπικτώμενα, ἀλλὰ πολλῷ ἧσσον.Fragmenta. Democritus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.