13.
Ἀγαθὸν δ’ εἶπαν αὐτὴν [τὴν ὑγείαν] ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ περιπάτου. Δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. Ἔνθεν καὶ ὁ Κράντωρ εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν, πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι. Εἰ γὰρ νοήσαιμεν, φησί, κοινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγαθῶν παριὸν καὶ τῶν πρωτείων ἀντιποιούμενον ἥκειν, εὐθὺς καὶ εἰς ἔννοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς. Πρῶτον μὲν γὰρ ὁ Πλοῦτος παραπηδήσας ἐρεῖ· ἐγώ, ὦ ἄνδρες Πανέλληνες, κόσμον παρέχων πᾶσιν ἀνθρώποις καὶ τὰς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦραᵃ τῶν πράξεων γίνομαι. Τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱ Πανέλληνες ὁμοθυμαδὸν κελεύσουσινᵇ ἀποδοῦναι τὰ πρωτεῖα τῷ Πλούτῳ. Ἀλλ’ ἐὰν τούτου ἤδη ἀνακηρυττομένου ἐπιστᾶσα ἡ Ἡδονή,πάρφασις, ἤτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων,
ἐξίπτατ’ οἴκων, μικρὸν ἀνθήσας χρόνον,
μίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων
ἄλυπον οἰκεῖν βίοτον ἡ πλουτῶν νοσεῖν,
Fragmenta. Cranto. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.