3.
ἀγωνισώμεθα νικῆσαι τὴν σάρκα καὶ τὸ ταύτης φρόνημα ἐν πνεύματι θεοῦ. νικήσωμεν τὸν σατανᾶν, τὸν δράκοντα ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ.4.
ἄρωμεν τὸν σταυρὸν καὶ ἀκολουθήσωμεν τῷ νικοποιῷ Ἰησοῦ. ἀγωνισώμεθα δραμεῖν εὐθέως καὶ πεποιθότως, ἵνα καταλάβωμεν τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ.5.
πᾶς γὰρ ὁ τρέχων πεπληροφορημένως καὶ οὐκ ἀδήλως καταλαμβάνει τὸν στέφανον τῆς ἀποταγῆς καὶ τῆς ἁγνείας τὸν πολύμοχθον καὶ πολύμισθον πλοῦτον. μέγα οὖν ἐστιν ἐν ἁγνείᾳ μένειν . .. χρὴ δὲ καὶ τὰς λοιπὰς ἀρετάς, καθὼς εἴρηται, ἀναλόγους ἔχειν τῇ παρθενίᾳ. ὅτι ἡ παρθενία ἀνωτέρα ἐστὶν πάντων.Epistulae de virginitate [Sp.]. Clemens Romanus. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.