II.
Ὁ γὰρ ὄντως εὐνουχίσας ἑαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἢ παρθενεύσας διὰ πάντων ὀφειλέτης ἐστὶν ἄξιον ἑαυτὸν ἀναδεῖξαι τῆς βασιλείας.2.
οὐ γὰρ ἐν λόγῳ ἢ σχήματι ἢ ὀνόματι ἢ γένει ἢ μορφῇ ἢ ἰσχύϊ ἢ χρόνῳ ἡ βασιλεία τῶν οὐρανῶν καταλαμβάνεται, ἀλλ’ ἐν δυνάμει πίστεως· ἐπιδεικνυμένην γὰρ πίστιν ἀπαγγελεῖ δίκαιος ἐνεργῶς. ὁ δὲ ὄντως δίκαιος ἐκ πίστεως πίστιν ἔχει ἐνεργῆ, πίστιν αὐξά νουσαν, πίστιν πεπληροφορημένην, πίστιν φωτίζουσαν ἐν τοῖς καλοῖς ἔργοις, ἵνα δοξασθῇ ὁ τῶν ὅλων θεός.4.
Ὀδοὶ δικαίων ὁμοίως φωτὶ λάμπου σιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα.5.
χρὴ οὖν τὸν τοῦ θεοῦ ἄνθρωπον ἐν παντὶ ἔργῳ ἀγαθῷ καὶ λόγῳ ἐξηρτύσθαι καὶ κοσμεῖσθαι καὶ εὐχημόνως καὶ κατὰ τάξιν πάντα πράττειν πρὸς ὑποτύπωσιν τῶν αὐτῷ πειθομένων.Epistulae de virginitate [Sp.]. Clemens Romanus. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.