VII.
Οἱ τοῦ Χριστοῦ μιμη ταὶ δυνατῶς μιμοῦνται αὐτόν. οὕτω γὰρ ἀγωνιζόμενοι δυνηθήσεσθε ἐν ἀληθείᾳ ἐν ἑαυτοῖς ἐμμορφώσασθαι τὴν εἰκόνα τοῦ Χριστοῦ ἐν πᾶσιν, ἐν βίῳ, ἐν ἀναστροφῇ, ἐν προθέσει, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ὑπομονῇ, ἐν ἀνδρείᾳ, ἐν φρονήσει, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν μακροθυμίᾳ, ἐν ἀνεξικακίᾳ, ἐν εὐσεβείᾳ, ἐν ὁσιότητι, ἐν ἐγκρατείᾳ, ἐν πίστει, ἐν ἐλπίδι, ἐν ἀγάπῃ τελειοτάτῃ πρὸς θεόν.Epistulae de virginitate [Sp.]. Clemens Romanus. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.