3.
τὸ γὰρ λέγεσθαι παρθένον καὶ τὰς ἀρετὰς μὴ ἔχειν ἀναλόγους καὶ οἰκείους καὶ ἁρμοζούσας τῇ παρθένῳ, μωρὰν τὴν τοιαύτην παρθενίαν ἔφησεν ὁ κύριος· ἀφεγγὴς γὰρ οὖσα καὶ ἀνέλαιος ἔξω τῆς βασιλείας τῶν οὐρανῶν ἐκκλείεται. νυμφίου χαρᾶς στερηθεῖσα, καὶ μετὰ τῶν μισούντων τὸν νυμφίον λογισθήσεται· δοκεῖ γὰρ εἶναί τι ἡ ἄπρακτος μηδὲν οὖσα, καὶ φρεναπατᾷ ἑαυτήν.Epistulae de virginitate [Sp.]. Clemens Romanus. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.