10.
πλὴν εἰ εἴληφας χάρισμα πνευματικὸν καὶ λόγον σοφίας ἢ γνώσεως ἢ διδασκαλίας ἢ προφητείας ἢ διακονίας, εὐλογητὸς ὁ θεὸς ὁ πάμπλουτος, ὁ θεὸς ὁ διδοὺς πᾶσιν ἀνθρώποις καὶ μὴ ὀνειδίζων . . . χάρισμα ἔχεις παρὰ κυρίου, διακόνησον τοῖς πνευματικοῖς, τοῖς γινώσκουσιν, ὅτι ἃ λέγεις κυρίου ἐστίν, εἰς οἰκοδομὴν τῆς ἐν Χριστῷ ἀδελφότητος, ἐν πάσῃ ταπεινοφροσύνῃ καὶ πραότητι, ὅπερ ἐστὶν καλὸν καὶ ὠφέλιμον τοῖς ἀνθρώποις.Epistulae de virginitate [Sp.]. Clemens Romanus. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.