τἀγαθὸν ἐρωτᾷς μ’ οἶον ἔστ’; ἄκουε δή·
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,
κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,
αὐστηρόν, αὐθέκαστον, αἰεὶ συμφέρον,
ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,
ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον,
ἔντιμον, ⟨εὐχάριστον⟩, ὁμολογούμενον,
εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾷον, σφοδρόν,
χρονιζόμενον, ἄμεμπτον, αἰεὶ διαμένον.
Testimonia et Fragmenta. Cleanthes. Stuttgart. 1903.
Funding provided by Center for Hellenic Studies.