Κατὰ τοὺς αὐτοὺς οὖν πέντε τρόπους γίνονται καὶ εὔλογοι ἐξαγωγαί· ἢ διὰ χρείαν μεγάλην καταλαβοῦσαν ὡς προσέταξεν ἡ Πυθία τινὶ ἀποσφάξαι ἑαυτὸν ὑπὲρ τῆς ἰδίας πόλεως, φθορᾶς τῇ πόλει ἐπικειμένης — — ἢ διὰ τοὺς ἐπεισκωμάζοντας τυράννους καὶ ἀναγκάζοντας ἡμᾶς ἢ πράττειν αἰσχρὰ ἢ λέγειν τὰ ἀπόῤῥητα (
sequitur narratiuncula de muliere Pythagorea) ἢ διὰ μακρὰν νόσον κωλύουσαν ἐπὶ πολὺ ὀργάνῳ χρῆσθαι τὴν ψυχὴν τῷ σώματι, εὐλόγως δεῖ ἐξάγειν αὐτήν· διὸ καὶ Πλάτων οὐκ ἀποδέχεται τὸ διαιτητικὸν τῆς ἰατρικῆς ὡς παιδαγωγοῦν τὰ νοσήματα καὶ ποιοῦν ἐγχρονίζειν, ἀλλ’ ἀποδέχεται τὸ χειρουργικὸν καὶ φαρμακευτικόν, ᾧ ἐχρῆτο Ἀρχιγένης, ὁ στρατόπεδον θεραπεύων· φησὶ δὲ καὶ Σοφοκλῆς οὐ πρὸς ἰατροῦ σοφοῦ ἐχρῆτο Ἀρχιγένης, ὁ στρατόπεδον θεραπεύων· φησὶ δὲ καὶ Σοφοκλῆς
οὐ πρὸς ἰατροῦ σοφοῦ
θρηνεῖν ἐπῳδὰς πρὸς στομῶντι τραύματι (
Ai. 582
)
ἢ διὰ πενίαν· καὶ καλῶς φησιν ὁ Θέογνις·
χρὴ πενίην φεύγοντα
etc.
ἢ διὰ λῆρον· ὥσπερ γὰρ ἐκεῖ ἡ μέθη ἔλυε τὸ συμπόσιον, οὕτως χρὴ πενίην φεύγοντα etc. ἢ διὰ λῆρον· ὥσπερ γὰρ ἐκεῖ ἡ μέθη ἔλυε τὸ συμπόσιον, οὕτως κἀνταῦθα ἔστί τινα ἐξαγαγεῖν ἑαυτὸν διὰ λῆρον· οὐδὲν γάρ ἐστι λῆρος, εἰ μὴ φυσικὴ μέθη· καὶ οὐδέν ἐστι μέθη, εἰ μὴ προαιρετικὸς λῆρος· καὶ ταῦτα μὲν περὶ τούτου.