Ὡς ἄλλος ἄλλῳ σαρκίῳ τις προσλαλῶν·
Τί σοι χρεωστῶ, φησίν, ἄθλιον δέρος;
Φαγεῖν; μέγιστον ἄρτος ἐνδεῶς δοθείς.
Πιεῖν; ὕδωρ σοι δώσομεν καὶ ὀξίνην.
Οὐ ταῦτά μ’ αἰτεῖς, τὰ τρυφῆς δὲ καὶ κόρου
Κρυσταλλίνων τε ἁβρότητ’ ἐκπωμάτων.
Λίαν ἑτοίμως δώσομεν γ’, ἀλλ’ ἀγχόνην.
Fragmenta Moralia. Chrysippus. ed. Hans Friedrich August von Arnim. Stuttgart. 1903.
Funding provided by Center for Hellenic Studies.