Φόβου εἴδη ιγ’.
Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας.
Αἰσχύνη δὲ φόβος ἀδοξίας.
Δεῖμα δὲ φόβος ὑφορωμένου.
Δέος δὲ φόβος συνδέων.
Ἔκπληξις δὲ φόβος ἕνεκα ἀσυνήθους φαντασίας δεινοῦ.
Κατάπληξις δὲ φόβος ἐκ μείζονος φαντασίας.
[Δειλία δὲ ἀποχώρησις ἀπὸ φαινομένου καθήκοντος διὰ φαντασίαν δεινοῦ.]
Ψοφοδέεια δὲ φόβος κενός.
Ἀγωνία δὲ φόβος διαπτώσεως· ἢ φόβος ἥττης· ἢ φόβος ἐμποιητικὸς τῶν ἐναντίων ἐλπίδων, περὶ ὧν ὄρεξιν σφοδρὰν ἔχομεν.
Μέλλησις δὲ ὄκνος διεγνωκότος ποιεῖν.
Ὀῤῥωδία δὲ φόβος ἐννοηθέντος.
Θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων.
Δεισιδαι μονία δὲ φόβος τοῦ δαιμονίου. [ἢ ὑπερέκπτωσις τῆς πρὸς θεοὺς τιμῆς.]
Fragmenta Moralia. Chrysippus. ed. Hans Friedrich August von Arnim. Stuttgart. 1903.
Funding provided by Center for Hellenic Studies.