Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
Ἀλλ᾽ ὅτε δή ρ᾽ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
Τέξεσθαι, τότ᾽ ἔπαιτα δόλῳ φρένας ἐξαπατήσας
Αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν·
Ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην,
Δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,
Πότνιαν, ᾗ κέλαδοί τε ἅδον, πόλεμοί τε μάχαι τε.
Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν
Ἥφαιστον τέχνησιν ἄνευ Διὸς αἰγιόχοιο,
Ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.
Αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο
Κούρην νόσφ’ Ἥρης παρεδέξατο καλλιπαρῄου
Ἐξαπαφὼν Μῆτιν, καίπερ πολὺ δινεύουσαν·
Συμμάρψας δ’ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν,
Δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
Κάππιεν ἐξαπίνης· ἡ δ' αὐτίκα Παλλάδ' Ἀθήνην
Κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσιν ποταμοῖο.
Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
Ἧστο Ἀθηναίης μήτηρ τέκταινα δικαίων,
Πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων.
Ἔνθα θεὰ παρέλεκτο † Θέμις παλάμαις περὶ πάντων
Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἔχουσιν
Αἰγίδα ποιήσασα φοβέστρατον ἐντὸς Ἀθὴνῃ,
Σὺν τῇ ἐγείνατό μιν, πολεμήϊα τεύχε’ ἔχουσαν.
Fragmenta Logica et Physica. Chrysippus. Leipzig. 1903.
Funding provided by Tufts University.