τὸ ∠ τῷ ἄρα ∠ ἄστρῳ ἀληθινή ἐστιν ἑῴα ἐπιτολή· λέγω ὅτι τοῦ ∠ ἄστρου ἀπὸ ἑῴας ἀληθινῆς ἐπιτολῆς ἑσπερία ἀληθινὴ ἐπιτολὴ γίγνεται διὰ ἡμίσους ἐνιαυτοῦ ἔγγιστα.
ἐν ὅλαις ἡμέραις, δῆλον ὡς δύσεται κατὰ τὸ Γ καὶ ἔσται τοῦ ∠ ἄστρου ἡ ἑσπερία ἀληθινὴ ἐπιτολὴ διὰ ἡμίσους ἐνιαυτοῦ. εἰ δὲ μὴ διέρχεται τὴν ΑΕΓ περιφέρειαν ἐν ὅλαις ἡμέραις, μικρά τις ἂν γένοιτο παραλλαγὴ τοῦ μὴ οὐχὶ συνδῦναι τὸν ἤλιον τῷ ∠
ἄστρῳ, ὥστε τῷ ∠ ἄστρῳ ἀπὸ ἑῴας ἀληθινῆς ἐπιτολῆς ἑσπερία ἀληθινὴ γίγνεται ἀνατολὴ διὰ ἡμίσους ἐνιαυτοῦ ἔγγιστα.
ἐνιαυτοῦ ἔγγιστα.
De Ortibus et Occasibus. Autolycus. ed. Friedrich Hultsch. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.