ἄστρον ἐπιτέλλον ἐλάσσων ἡμίσους ἐνιαυτοῦ.
ἐστὶν ἡ ἑῴα ἀληθινὴ ἐπιτολή. ὕστεραι δέ εἰσιν αἱ 1
2 3 φαινόμεναι τῶν ἀληθινῶν. ἔστω δὴ τοῦ ∠ ἄστρου ἡ φαινομένη ἑῴα ἐπιτολὴ τοῦ ἡλίου ὄντος πρὸς τῷ Ε. ὑποκείσθω δὴ πάλιν τοῦ ∠ ἀνατέλλοντος ὁ ἥλιος δῦνων κατὰ τὸ Γ τοῦ ἄρα ∠ ἄστρου ἐστὶν ἡ ἑσπερία ἀληθινὴ ἐπιτολή. πρότεραι δέ εἰσιν αἰ φαινόμεναι
τῶν ἀληθινῶν. ἔστω οὖν τοῦ ∠ ἄστρου ἡ ἑσπερία 4 φαινομένη ἐσχάτη ἐπιτολὴ τοῦ ἡλίου ὄντος πρὸς τῷ 5 H. τοῦ μὲν οὖν ἡλίου διαπορευομένου τὰς ΑE ΗΓ 6 περιφερείας οὐ φαίνεται τὸ ∠ ἄστρον ἐπιτέλλον, οὐδὲ 7 μὴν τοῦ ἡλίου τὴν ΓΖΑ περιφέρειαν διαπορευομένου
φανήσεται τὸ ∠ ἄστρον ἐπιτέλλον· μόνην ἄρα τὴν Ε διαπορευομένου τοῦ ἡλίου φαίνεται τὸ ∠ ἄστρον ἀνατέλλον. καὶ ἔστιν ὁ χρόνος ἐν ὁ ἥλιος τὴν ΕΗ περιφέρειαν διαπορεύεται ἐλάσσων ἡμίσους ἐνιαυτοῦ (ἐλάσσων γάρ ἐστιν ἡ ΕΗ περιφέρεια ἡμικυκλίου).
De Ortibus et Occasibus. Autolycus. ed. Friedrich Hultsch. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.