Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[158] Τοὺς μὲν οὖν θαυμαστὸν οὐδὲν λογοποιεῖν περὶ ἡμῶν ἃ περὶ τῶν σφετέρων λέγουσι θεῶν· καὶ τὰ πάθη αὐτῶν δεικνύουσι μυστήρια. Χρῆν δ᾿ αὐτούς, εἰ δεινὸν τὸ ἐπ᾿ ἀδείας καὶ ἀδιαφόρως μίγνυσθαι κρίνειν ἔμελλον, ἢ τὸν Δία μεμισηκέναι, ἐκ μητρὸς μὲν Ῥέας θυγατρὸς δὲ Κόρης πεπαιδοποιημένον, γυναικὶ δ᾿ ἰδίᾳ ἀδελφῇ χρώμενον, ἢ τὸν τούτων ποιητὴν Ὀρφέα, ὅτι καὶ ἀνόσιον ὑπὲρ τὸν Θυέστην καὶ μιαρὸν ἐποίησε τὸν Δία· καὶ γὰρ οὗτος τῇ θυγατρὶ κατὰ χρησμὸν ἐμίγη, βασιλεῦσαι θέλων καὶ ἐκδικηθῆναι.
[159] Ἡμεῖς δὲ τοσοῦτον ἀδιάφοροι εἶναι ἀπέχομεν, ὡς μηδὲ ἰδεῖν ἡμῖν πρὸς ἐπιθυμίαν ἐξεῖναι. Ὁ γὰρ βλέπων, φησί, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῇς, ἤδη μεμοίχευκεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οἷς οὖν μηδὲν τὸ πλέον ἔξεστιν ὁρᾶν ἢ ἐφ᾿ ἃ ἔπλασεν τοὺς ὀφθαλμοὺς ὁ θεός, ἡμῖν φῶς αὐτοὺς εἶναι, καὶ οἷς τὸ ἰδεῖν ἡδέως μοιχεία, ἐφ᾿ ἕτερα τῶν ὀφθαλμῶν γεγονότων, μέχρις ἐννοίας κριθησομένοις, πῶς ἂν οὗτοι ἀπιστηθεῖεν σωφρονεῖν; Οὐ γὰρ πρὸς ἀνθρωπικοὺς νόμους ὁ λόγος ἡμῖν, οὓς ἄν τις γενόμενος πονηρὸς καὶ λάθοι (ἐν ἀρχῇ δὲ ὑμῖν, δεσπόται, θεοδίδακτον εἶναι τὸν καθ᾿ ἡμᾶς λόγον ἐπιστούμην), ἀλλ᾿ ἔστιν ἡμῖν νόμος ὃς δικαιοσύνης μέτρον ἐποίησεν αὐτοὺς καὶ τοὺς πέλας ἔχειν.
[160] Διὰ τοῦτο καὶ καθ᾿ ἡλικίαν τοὺς μὲν υἱοὺς καὶ θυγατέρας νοοῦμεν, τοὺς δὲ ἀδελφοὺς ἔχομεν καὶ ἀδελφάς, καὶ τοῖς προβεβηκόσι τὴν τῶν πατέρων καὶ μητέρων τιμὴν ἀπονέμομεν. Οὓς οὖν ἀδελφοὺς καὶ ἀδελφὰς καὶ τὰ λοιπὰ τοῦ γένους νοοῦμεν ὀνόματα, περὶ πολλοῦ ἡμῖν ἀνύβριστα καὶ ἀδιάφθορα αὐτῶν τὰ σώματα μένειν, πάλιν ἡμῖν λέγοντος τοῦ λόγου· Ἐάν τις διὰ τοῦτο ἐκ δευτέρου καταφιλήσῃ, ὅτι ἤρεσεν αὐτῷ· καὶ ἐπιφέροντος· Οὕτως οὖν ἀκριβώσασθαι τὸ φίλημα μᾶλλον δὲ τὸ προσκύνημα δεῖ, ὡς, εἴπου μικρὸν τῇ διανοίᾳ παραθολωθείη, ἔξω ἡμᾶς τῆς αἰωνίου τιθέντος ζωῆς.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.) — 32 focus
Τοὺς μὲν οὖν θαυμαστὸν οὐδὲν λογοποιεῖν περὶ ἡμῶν
36.A
ἃ περὶ τῶν σφετέρων λέγουσι θεῶν· καὶ τὰ πάθη αὐτῶν δεικνύουσι μυστήρια. Χρῆν δ᾿ αὐτούς, εἰ δεινὸν τὸ ἐπ᾿ ἀδείας καὶ ἀδιαφόρως μίγνυσθαι κρίνειν ἔμελλον, ἢ τὸν Δία μεμισηκέναι, ἐκ μητρὸς μὲν Ῥέας θυγατρὸς δὲ Κόρης πεπαιδοποιημένον, γυναικὶ δ᾿ ἰδίᾳ ἀδελφῇ χρώμενον, ἢ τὸν τούτων ποιητὴν Ὀρφέα, ὅτι καὶ ἀνόσιον ὑπὲρ τὸν Θυέστην καὶ μιαρὸν ἐποίησε τὸν Δία· καὶ γὰρ οὗτος τῇ θυγατρὶ κατὰ χρησμὸν ἐμίγη, βασιλεῦσαι θέλων καὶ ἐκδικηθῆναι. Ἡμεῖς δὲ τοσοῦτον ἀδιάφοροι εἶναι ἀπέχομεν,
36.B
ὡς μηδὲ ἰδεῖν ἡμῖν πρὸς ἐπιθυμίαν ἐξεῖναι. Ὁ γὰρ βλέπων, φησί, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη μεμοίχευκεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οἷς οὖν μηδὲν τὸ πλέον ἔξεστιν ὁρᾶν ἢ ἐφ᾿ ἃ ἔπλασεν τοὺς ὀφθαλμοὺς ὁ θεός, ἡμῖν φῶς αὐτοὺς εἶναι, καὶ οἷς τὸ ἰδεῖν ἡδέως μοιχεία, ἐφ᾿ ἕτερα τῶν ὀφθαλμῶν γεγονότων, μέχρις ἐννοίας κριθησομένοις, πῶς ἂν οὗτοι ἀπιστηθεῖεν σωφρονεῖν; Οὐ γὰρ πρὸς ἀνθρωπικοὺς νόμους ὁ λόγος ἡμῖν, οὓς ἄν τις γενόμενος πονηρὸς καὶ λάθοι
36.C
(ἐν ἀρχῇ δὲ ὑμῖν, δεσπόται, θεοδίδακτον εἶναι τὸν καθ᾿ ἡμᾶς λόγον ἐπιστούμην), ἀλλ᾿ ἔστιν ἡμῖν νόμος ὃς δικαιοσύνης μέτρον ἐποίησεν αὐτοὺς καὶ τοὺς πέλας ἔχειν. Διὰ τοῦτο καὶ καθ᾿ ἡλικίαν τοὺς μὲν υἱοὺς καὶ θυγατέρας νοοῦμεν, τοὺς δὲ ἀδελφοὺς ἔχομεν καὶ ἀδελφάς, καὶ τοῖς προβεβηκόσι τὴν τῶν πατέρων καὶ μητέρων τιμὴν ἀπονέμομεν. Οὓς οὖν ἀδελφοὺς καὶ ἀδελφὰς καὶ τὰ λοιπὰ τοῦ γένους νοοῦμεν ὀνόματα, περὶ πολλοῦ ἡμῖν ἀνύβριστα καὶ ἀδιάφθορα αὐτῶν τὰ σώματα μένειν, πάλιν ἡμῖν λέγοντος τοῦ λόγου· Ἐάν τις διὰ τοῦτο ἐκ δευτέρου
36.D
καταφιλήσῃ, ὅτι ἤρεσεν αὐτῷ· καὶ ἐπιφέροντος· Οὕτως οὖν ἀκριβώσασθαι τὸ φίλημα μᾶλλον δὲ τὸ προσκύνημα δεῖ, ὡς, εἴπου μικρὸν τῇ διανοίᾳ παραθολωθείη, ἔξω ἡμᾶς τῆς αἰωνίου τιθέντος ζωῆς.