Ἐπεὶ τοίνυν φασί τινες εἰκόνας μὲν εἶναι ταύτας, θεοὺς δὲ ἐφ᾿ οἷς αἱ εἰκόνες, καὶ τὰς προσόδους ἃς ταύταις προσίασι καὶ τὰς θυσίας ἐπ᾿ ἐκείνους ἀναφέρεσθαι καὶ εἰς ἐκείνους γίνεσθαι, μὴ εἶναί τε ἕτερον τρόπον τοῖς θεοῖς ἢ τοῦτον προσελθεῖν (χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς), καὶ τοῦ ταῦθ᾿ οὕτως ἔχειν τεκμήρια παρέχουσι τὰς ἐνίων εἰδώλων ἐνεργείας, φέρε ἐξετάσωμεν τὴν ἐπὶ τοῖς ὀνόμασι δύναμιν αὐτῶν. Δεήσομαι δὲ ὑμῶν, μέγιστοι αὐτοκρατόρων, πρὸ τοῦ λόγου ἀληθεῖς
17.D
παρεχομένῳ τοὺς λογισμοὺς συγγνῶναι· οὐ γὰρ προκείμενόν μοι ἐλέγχειν τὰ εἴδωλα, ἀλλὰ ἀπολυόμενος τὰς διαβολὰς λογισμὸν τῆς προαιρέσεως ἡμῶν παρέχω. Ἔχοιτε ἀφ᾿ ἑαυτῶν καὶ τὴν ἐπουράνιον βασιλείαν ἐξετάζειν· ὡς γὰρ ὑμῖν πατρὶ καὶ υἱῷ πάντα κεχείρωται, ἄνωθεν τὴν βασιλείαν εἰληφόσι (βασιλέως γὰρ ψυχὴ ἐν χειρὶ θεοῦ, φησὶ τὸ προφητικὸν πνεῦμα), οὕτως ἑνὶ τῷ θεῷ καὶ τῷ παρ᾿ αὐτοῦ λόγῳ υἱῷ νοουμένῳ ἀμερίστῳ πάντα ὑποτέτακται. Ἐκεῖνο τοίνυν σκέψασθέ μοι πρὸ τῶν ἄλλων.
18.A
Οὐκ ἐξ ἀρχῆς, ὥς φασιν, ἦσαν οἱ θεοί, ἀλλ᾿ οὕτως γέγονεν αὐτῶν ἕκαστος ὡς γινόμεθα ἡμεῖς. Καὶ τοῦτο πᾶσιν αὐτοῖς ξυμφωνεῖ· Ὁμήρου μὲν γὰρ λέγοντος·
Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, Ὀρφέως δὲ (ὃς καὶ τὰ ὀνόματα αὐτῶν πρῶτος ἐξεῦρε καὶ τὰς γενέσεις διεξῆλθε καὶ ὅσα ἑκάστοις πέπρακται εἶπε καὶ πεπίστευται παρ᾿ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ᾧ καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται) καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος·
Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται. Ἦν γὰρ ὕδωρ ἀρχὴ κατ᾿ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος
18.B
ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζῶον δράκων προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ἡρακλῆς καὶ Χρόνος. Οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐῤῥάγη· τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κατενεχθὲν γῆ. Προῆλθε δὲ καὶ θεὸς Γῆ διὰ σώματος· Οὐρανὸς δὲ Γῇ μιχθεὶς γεννᾷ θηλείας μὲν Κλωθώ, Λάχεσιν, Ἄτροπον, ἄνδρας δὲ ἑκατόγχειρας Κόττυν, Γύγην, Βριάρεων, καὶ Κύκλωπας Βρόντην
18.C
καὶ Στερόπην καὶ Ἄργον· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. Διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησε.
Κούρους δ᾿ οὐρανίωνας ἐγείνατο πότνια Γαῖα,
Οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν,
Οὕνεκα τισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα.