Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[56] Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσι θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος. Ἀλλ᾿ οὐδὲ οἱ ἡμῖν ἐπικαλοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς αὐτοὺς οἷς ἴσασι νομίζομεν, σφίσιν αὐτοῖς συμφωνοῦσι περὶ θεῶν.
[57] Ἀλλ᾿ Ἀθηναῖοι μὲν Κελεὸν καὶ Μετάνειραν ἵδρυνται θεούς, Λακεδαιμόνιοι δὲ Μενέλεων, καὶ θύουσιν αὐτῷ καὶ ἑορτάζουσιν, Ἰλιεῖς δε οὐδὲ τὸ ὄνομα ἀκούοντες Ἕκτορα φέρουσι, Κεῖοι Ἀρισταῖον τὸν αὐτὸν καὶ Δία καὶ Ἀπόλλω νομίζοντες, Θάσιοι Θεαγένην, ὑφ᾿ οὖ καὶ φόνος ὀλυμπιάσιν ἐγένετο, Σάμιον Λύσανδρον ἐπὶ τοσαύταις σφαγαῖς καὶ τοσούτοις κακοῖς, Ἀλκμὰν καὶ Ἡσίοδος Μήδειαν καὶ Νιόβην Κίλικες, Σικελοὶ Φίλιππον τὸν Βουτακίδου, Ὀνήσιλον Ἀμαθούσιοι, Ἀμίλκαν Καρχηδόνιοι. Ἐπιλείψει με ἡ ἡμέρα τὸ πλῆθος καταλέγοντα.
[58] Ὅταν οὖν αὐτοὶ αὐτοῖς διαφωνῶσι περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν, τί ἡμῖν μὴ συμφερομένοις ἐπικαλοῦσι; Τὸ δὲ κατ᾿ Αἰγυπτίους μὴ καὶ γελοῖον ᾖ; Τύπτονται γὰρ ἐν τοῖς ἱεροῖς τὰ στήθη κατὰ τὰς πανηγύρεις ὡς ἐπὶ τετελευτηκόσι καὶ θύουσιν ὡς θεοῖς· καὶ οὐδὲν θαυμαστόν· οἵ γε καὶ τὰ θηρία θεοὺς ἄγουσι καὶ ξυρῶνται ἐπεὶ ἀποθνήσκουσι, καὶ θάπτουσιν ἐν ἱεροῖς καὶ δημοτελεῖς κοπετοὺς ἐγείρουσιν. Ἂν τοίνυν ἡμεῖς, ὅτι μὴ κοινῶς ἐκείνοις θεοσεβοῦμεν, ἀσεβῶμεν, πᾶσαι μὲν πόλεις πάντα δὲ ἔθνη ἀσεβοῦσιν· οὐ γὰρ τοὺς αὐτοὺς πάντες ἄγουσι θεούς.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.) — 14 focus
Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσι θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος. Ἀλλ᾿ οὐδὲ οἱ ἡμῖν ἐπικαλοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς αὐτοὺς οἷς ἴσασι νομίζομεν, σφίσιν αὐτοῖς συμφωνοῦσι περὶ θεῶν. Ἀλλ᾿ Ἀθηναῖοι μὲν Κελεὸν καὶ Μετάνειραν ἵδρυνται θεούς, Λακεδαιμόνιοι
14.A
δὲ Μενέλεων, καὶ θύουσιν αὐτῷ καὶ ἑορτάζουσιν, Ἰλιεῖς δὲ οὐδὲ τὸ ὄνομα ἀκούοντες Ἕκτορα φέρουσι, Κεῖοι Ἀρισταῖον τὸν αὐτὸν καὶ Δία καὶ Ἀπόλλω νομίζοντες, Θάσιοι Θεαγένην, ὑφ᾿ οὗ καὶ φόνος ὀλυμπιάσιν ἐγένετο, Σάμιοι Λύσανδρον ἐπὶ τοσαύταις σφαγαῖς καὶ τοσούτοις κακοῖς, Ἀλκμὰν καὶ Ἡσίοδος Μήδειαν καὶ Νιόβην Κίλικες, Σικελοὶ Φίλιππον τὸν Βουτακίδου, Ὀνήσιλον Ἀμαθούσιοι, Ἀμίλκαν Καρχηδόνιοι. Ἐπιλείψει μὲ ἡ ἡμέρα τὸ πλῆθος καταλέγοντα. Ὅταν οὖν αὐτοὶ αὐτοῖς διαφωνῶσι περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν, τί ἡμῖν μὴ συμφερομένοις ἐπικαλοῦσι; Τὸ δὲ κατ᾿ Αἰγυπτίους μὴ καὶ γελοῖον
14.B
ᾖ; Τύπτονται γὰρ ἐν τοῖς ἱεροῖς τὰ στήθη κατὰ τὰς πανηγύρεις ὡς ἐπὶ τετελευτηκόσι καὶ θύουσιν ὡς θεοῖς· καὶ οὐδὲν θαυμαστόν· οἵ γε καὶ τὰ θηρία θεοὺς ἄγουσι καὶ ξυρῶνται ἐπεὶ ἀποθνήσκουσι, καὶ θάπτουσιν ἐν ἱεροῖς καὶ δημοτελεῖς κοπετοὺς ἐγείρουσιν. Ἂν τοίνυν ἡμεῖς, ὅτι μὴ κοινῶς ἐκείνοις θεοσεβοῦμεν, ἀσεβῶμεν, πᾶσαι μὲν πόλεις πάντα δὲ ἔθνη ἀσεβοῦσιν· οὐ γὰρ τοὺς αὐτοὺς πάντες ἄγουσι θεούς.