Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια
4.C
δεῖπνα, Οἰδιποδείους μίξεις. Ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖς ἀδικήμασι· σὺν γυναιξὶ καὶ παισὶ προῤῥίζους ἡμᾶς ἀποκτείνατε, εἴ γέ τις Χριστιανῶν ζῇ δίκην θηρίων. Καίτοι γε καὶ τὰ θηρία τῶν ὁμογενῶν οὐχ ἅπτεται, καὶ νόμῳ φύσεως καὶ πρὸς ἕνα καιρὸν τὸν τῆς τεκνοποιΐας, οὐκ ἐπ᾿ ἀδείας μίγνυται, γνωρίζει δὲ καὶ ὑφ᾿ ὧν ὠφελεῖται. Εἴ τις οὖν καὶ τῶν θηρίων ἀνημερώτερος,
4.D
τίνα οὗτος πρὸς τὰ τηλικαῦτα ὑποσχὼν δίκην καὶ πρὸς ἀξίαν κεκολάσθαι νομισθήσεται; Εἰ δὲ λογοποιΐαι ταῦτα καὶ διαβολαὶ κεναί, φυσικῷ λόγῳ πρὸς τὴν ἀρετὴν τῆς κακίας ἀντικειμένης καὶ πολεμούντων ἀλλήλοις τῶν ἐναντίων θείῳ νόμῳ, καὶ τοῦ μηδὲν τούτων ἀδικεῖν ὑμεῖς μάρτυρες, κελεύοντες μὴ μηνύειν, πρὸς ὑμῶν λοιπὸν ἐξέτασιν ποιήσασθαι βίου, δογμάτων, τῆς πρὸς ὑμᾶς καὶ τὸν ὑμέτερον οἶκον καὶ τὴν βασιλείαν σπουδῆς
5.A
καὶ ὑπακοῆς, καὶ οὕτω ποτὲ συγχωρῆσαι ἡμῖν οὐδὲν πλέον τοῖς διώκουσιν ἡμᾶς. Νικήσομεν γὰρ αὐτούς, ὑπὲρ ἀληθείας ἀόκνως καὶ τὰς ψυχὰς ἐπιδιδόντες.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.) — 3 focus
[12] Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια δεῖπνα, Οἰδιποδείους μίξεις. Ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖς ἀδικήμασι· σὺν γυναιξὶ καὶ παισὶ προῤῥίζους ἡμᾶς ἀποκτείνατε, εἵ γέ τις Χριστιανῶν ζῇ δίκην θηρίων. Καίτοι γε καὶ τὰ θηρία τῶν ὁμογενῶν οὐχ ἅπτεται, καὶ νόμῳ φύσεως καὶ πρὸς ἕνα καιρὸν τὸν τῆς τεκνοποιΐας, οὐκ ἐπ᾿ ἀδείας μίγνυται, γνωρίζει δὲ καὶ ὑφ᾿ ὧν ὠφελεῖται.
[13] Εἴ τις οὖν καὶ τῶν θηρίων ἀνημερώτερος, τίνα οὗτος πρὸς τὰ τηλικαῦτα ὑποσχὼν δίκην καὶ πρὸς ἀξίαν κεκολάσθαι νομισθήσεται; Εἰ δὲ λογοποιΐαι ταῦτα καὶ διαβολαὶ κεναὶ, φυσικῷ λόγῳ πρὸς τὴν ἀρετὴν τῆς κακίας ἀντικειμένης. καὶ πολεμούντων ἀλλήλοις τῶν ἐναντίων θείῳ νόμῳ, καὶ τοῦ μηδὲν τούτων ἀδικεῖν ὑμεῖς μάρτυρες, κελεύοντες μὴ μηνύειν, πρὸς ὑμῶν λοιπὸν ἐξέτασιν ποιήσασθαι βίου, δογμάτων, τῆς πρὸς ὑμᾶς καὶ τὸν ὑμέτερον οἶκον καὶ τὴν βασιλείαν σπουδῆς καὶ ὑπακοῆς, καὶ οὕτω ποτὲ συγχωρῆσαι ἡμῖν οὐδὲν πλέον τοῖς διώκουσιν ἡμᾶς. Νικήσομεν γὰρ αὐτούς, ὑπὲρ ἀληθείας ἀόκνως καὶ τὰς ψυχὰς ἐπιδιδόντες.